25 janvier 2023
https://www.openedition.org/12554 , info:eu-repo/semantics/openAccess
Jean Bollack et al., « Ἐπίκουρος Πυϑοκλεῖ χαίρειν », Presses universitaires du Septentrion, ID : 10.4000/books.septentrion.118578
1. ἤνεγκέ μοι Κλέων ἐπιστολὴν παρὰ σοῦ, ἐνῇ φιλοφρονούμενός 84 τε περὶ ἡμᾶς διετέλεις ἀξίως τῆς ἡμετέρας περὶ σεαυτὸν σπουδῆς, καὶ οὐκ ἀπιϑάνως ἐπειρῶ μνημονεύειν τῶν εἰς 4 μακάριον βίον συντεινόντων διαλογισμῶν, ἐδέου τε σεαντῷ περὶ τῶν μετεώρων σύντομον καὶ εὐπερίγραφον διαλογισμὸν ἀποστεῖλαι, ἵνα ῥιδι΄ως μνημονεύῃς· τὰ γὰρ ἐν ἄλλοις ἡμῖν γεγραμμένα δυσμνημόνευτα εἶναι, καίτοι, ὡς ἔφης, συνεχῶς 8 αὐτὰ βαστάζειν. ἡμεῖς δὲ ἡδέως τε σοῦ τὴν δέησιν ἀπεδεξάμεϑα καὶ ἐλπίσιν ἡδείαις συνεσχέϑημεν· ...