February 27, 2016
Marine Glénisson, « Séance 9 le 26 février 2016 v. 180-208 », Atelier Homère ENS Ulm, ID : 10670/1.24y7x8
Homéristes présents: Jean Lallot, Octave Boczkowski, Claire Guillot, Marine Glénisson. ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ· ‘καὶ λίην κείνη γε μένει τετληότι θυμῷ σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. σὸν δ᾽ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος 185 Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ᾽ ἀλεγύνειν· πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ δέμ...