March 27, 2016
Marine Glénisson, « Séance 11 le 25 mars 2016 v. 235-259 », Atelier Homère ENS Ulm, ID : 10670/1.a7tu1m
Homéristes présents : Jean Lallot, Odile Mortier Waldschmidt, Giuseppe Samonà, Claire Guillot, Marine Glénisson. 235 ἔνθ᾽ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι, φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· ἣ ποταμοῦ ἠράσσατ᾽ Ἐνιπῆος θείοιο, ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι, 240 καί ῥ᾽ ἐπ᾽ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. τῷ δ᾽ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· πορφύρεον δ᾽ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, κυρτωθέν, κ...